Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμμωνία, ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ « ι ». τὸ δ´ Ἀμμώνειον διὰ διφθόγγου ὡς Δημήτρειον καὶ Ἀπολλώνειον.
…υρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύ…