Stephanos of Byzantium - Ethnika
Amos: a city of Karia, as Alexander in the second On Karia. The ethnonym Amios as 'Samios' 'Kaunios'.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος.
…υμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως. Τὰ εἰς 'αμος' μονογενῆ δισύλλαβα βαρύνεται, πράμος, γάμος, Σάμος ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ
Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος.
… τοῦ 'σ' γινόμενον ὀξύνεται ὡς ἔχοντα τὸ 'τ' πρὸ τοῦ 'α'. Τὰ διὰ τοῦ 'αμος', εἰ ἔχοι τὴν πρώτην φύσει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμος ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας, Σήσαμος, Τεύταμος, Ἴαμος Σκυθίας ἔθνος ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμός, χηραμός ἡ κατάδυσις. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμός τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν παρῆκται, ἔσται κατ´ ὀξεῖαν τάσιν. ἔστι γὰρ…
Ἄμος, πόλις Καρίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. τὸ ἐθνικὸν Ἄμιος ὡς Σάμιος Καύνιος.
…Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γ…