Ἄμπελος

Stephanos of Byzantium - Ethnika

Ἄμπελος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #279
Greek source: meineke
Meineke: 87.3 | Billerbeck: Α279
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 59
Source: vol1_262.jpg
Edit
Ἄμπελος, πόλις τῆς Λιγυστικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ. Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. ὁ πολίτης Ἀμπελῖνος ὡς Ἀσσωρῖνος Ἀβακαινῖνος· ὁ γὰρ τύπος τῶν Ἰταλῶν. τῶν δὲ λοιπῶν δυνατὸν Ἀμπελῖται εἶναι.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.160
char LCS 186 (66.0%) · word LCS 41 (69.5%)
Stephanos
Ἄμπελος, πόλις τῆς Λιγυστικῆς, Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ. Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. ὁ πολίτης Ἀμπελῖνος ὡς Ἀσσωρῖνος Ἀβακαινῖνος· ὁ γὰρ τύπος τῶν Ἰταλῶν. τῶν δὲ λοιπῶν δυνατὸν Ἀμπελῖται εἶναι.
Herodian
…τοῦ Ἀκρισίου. ἔστι καὶ Παμφυλίας πόλις. Τάβαλος, Στύμφαλος πόλις Ἀρκαδίας καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς. Τὰ διὰ τοῦ 'ελος' μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο, ἄμπελος. ἔστι καὶ πόλις τῆς Λιγυστικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. Σθένελος, πύελος καὶ πτύελος, Κύψελος, Δέκελος, Ἔχελος ἥρως, Πάνελος ἀρσενικῶς πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπόγονος ὢν Πηνέλεω τοῦ στρατηγήσαντος ἐπὶ Τροίαν. ἄγγελο…