Ἄμυρος

Stephanos of Byzantium - Ethnika

Ἄμυρος OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #287
Greek source: meineke
Meineke: 88.10 | Billerbeck: Α287
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-02
Word count: 72
Source: vol1_264.jpg
Edit
Ἄμυρος, πόλις Θεσσαλίας, ἀπὸ ἑνὸς τῶν Ἀργοναυτῶν [πολυβότρυος αὐταμύροιο.] ... ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον “Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ´ Ἀμύροιο”. τὸ ἐθνικὸν Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς. καὶ τὸ κτητικὸν Ἀμυρήιος. καὶ Ἀμυρηίς τὸ θηλυκόν. Εὔπολις δὲ Ἀμύρους αὐτοὺς λέγει, πλησιοχώρους τῆς Μολοττίας. ἐκ τούτου καὶ Ἀμυραῖοι λέγονται. Σουίδας δ´ ἐν ταῖς γενεαλογίαις ὅτι οὗτοι ἐκαλοῦντο Ἐορδοί, ὕστερον δὲ Λέλεγες. οἱ αὐτοὶ καὶ Κένταυροι καὶ Ἱπποκένταυροι. καὶ τὴν πόλιν Ἀμυρικήν καλεῖ.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.199
char LCS 65 (16.1%) · word LCS 13 (18.1%)
Stephanos
Ἄμυρος, πόλις Θεσσαλίας, ἀπὸ ἑνὸς τῶν Ἀργοναυτῶν [πολυβότρυος αὐταμύροιο.] ... ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον “Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ´ Ἀμύροιο”. τὸ ἐθνικὸν Ἀμυρεύς, ὡς Κάμειρος Καμειρεύς. καὶ τὸ κτητικὸν Ἀμυρήιος. καὶ Ἀμυρηίς τὸ θηλυκόν. Εὔπολις δὲ Ἀμύρους αὐτοὺς λέγει, πλησιοχώρους τῆς Μολοττίας. ἐκ τούτου καὶ Ἀμυραῖοι λέγονται. Σουίδας δ´ ἐν ταῖς γενεαλογίαι…
Herodian
…μάρτυρος, ἄργυρος. ἔστι καὶ πόλις. Φίλιστος ἐν ἐνάτῃ. πόρφυρος, ζέφυρος, Σάτυρος, λάθυρος εἶδος ὀσπρίου. Ἴδυρος πόλις, ἣ καὶ Ἰδυρίς, καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. Μάνθυρος. Ἄμυρος πόλις Θεσσαλίας ἀπὸ ἑνὸς Ἀργοναυτῶν. ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντ´ Ἀμύροιο». Σουίδας δ´ ἐν ταῖς γενεαλογίαις τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλάφυρος υἱὸς Μάγνητος ὁ τὰς Γλαφυρὰς κτίσας, Ἔλυρος πόλις Κρήτης ὡς Ξενίων ἐν Κρητικοῖς. Ἔφυρος ὁ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦ…