Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμφαναί, πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως. τὸ ἐθνικὸν Ἀμφαναῖος καὶ Ἀμφαναιεύς.
ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. Παρικάνη πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ «ἐν δ´ αὐτοῖσι πόλις Παρικάνη οὔνομα». τὸ δὲ μηχανή ὀξύνεται. ὡσαύτως καὶ Ἀμφαναί πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θεσσαλίας ὡσαύτως. τὰ δὲ εἰς 'ανη' 'α' μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανή μοῖρα τῆς Μηδίας. Στράβων ἑνδεκάτῃ «τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ».…