Ἀμφιγένεια

Stephanos of Byzantium - Ethnika

Ἀμφιγένεια OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀμφιγένεια, πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. ἔχει δὲ ἡ πόλις Λητοῦς ἱερόν· φασὶ γὰρ ὅτι ἐκεῖ παραγενομένην Λητὼ τεκεῖν τὸν Ἀπόλλωνα. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. τὸ ἐθνικὸν Ἀμφιγενειάτης διὰ τὸν Πελοποννήσιον χαρακτῆρα, ἢ καὶ Ἀμφιγενεύς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.