Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀμφίδολοι, πόλις τῆς Τριφυλίας. καὶ οἱ πολῖται ὁμοίως, ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί, οὕτως Ἀμφίδολοι.
…, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύνεται. Τὰ διὰ τοῦ 'υλος' τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται, κρωβύ…