Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄμφρυσος, πόλις Φωκίδος. τινὲς δὲ διὰ τοῦ « β » φασίν. ἔστι καὶ ποταμὸς Μαγνησίας. τὸ ἐθνικὸν Ἀμφρύσιος, ὡς Λυκόφρων “Αμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων”. ἔστι καὶ Ἀμφρυσεύς.
…σμῷ τοῦ 'σ' ὀξύνεται, νεοσσός, κολοσσός, Μολοσσός ὄνομα ἔθνους. Τὰ εἰς δύο 'σσ' παραληγόμενα τῷ 'υ' προπαροξύνεται, Γένυσσος ὄνομα ποταμοῦ. Ἄμφρυσσος πόλις Φωκίδος. καὶ δι´ ἑνὸς 'σ' ἐκφέρεται. τινὲς δὲ διὰ τοῦ 'β' φασί. ἔστι καὶ ποταμὸς Μαγνησίας. Ἴνυσσος πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος ( 3, 5). ὡσαύτως καὶ τὰ δι´ ἑνὸς 'σ' ἐκφερόμενα προπαροξύνεται, μέθυσος, γόγγυσος, Διόνυσος, Ὄνυσος ὁ ποταμός. ἄφυσος, ἄρυσος ἀγγεῖον πλεκτὸν σπυριδῶδες. Ἰάλυσος …