Ἀναία

Stephanos of Byzantium - Ethnika

Ἀναία OCR ✓ Trans ✓ Confirmed ✓
place
Entry #302
Greek source: meineke
Meineke: 92.3 | Billerbeck: Α302
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-03
Word count: 43
Source: vol1_272.jpg
Edit
Ἀναία, παροξυτόνως, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας. “ἀντικρὺ Σάμοιο”. κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. τὸ ἐθνικὸν Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος. καὶ Μέλας ἱστορικὸς Ἀναῖος. Θουκυδίδης ἐν τρίτῃ Ἀναΐτας φησὶ τοὺς πολίτας. καὶ θηλυκόν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.282
char LCS 64 (26.8%) · word LCS 11 (26.2%)
Stephanos
Ἀναία, παροξυτόνως, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας. “ἀντικρὺ Σάμοιο”. κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. τὸ ἐθνικὸν Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος. καὶ Μέλας ἱστορικὸς Ἀναῖος. Θουκυδίδης ἐν τρίτῃ Ἀναΐτας φησὶ τοὺς πολίτας. καὶ θηλυκόν.
Herodian
… Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Ἀλθαία πόλις Ὀλκάδων. Αἰγαία· οὕτως ἐκαλεῖτο ἡ Κάρυστος ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύοντος. Ἀναία πόλις Καρίας «ἀντικρὺ Σάμοιο» κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. Ἀμφαναία πόλις Δωρική. Θεόπομπος ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰς δὲ καλεῖ αὐτὴν Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάν…