Ἀνακτόριον, Ἀκαρνανίας πόλις, οὐδετέρως, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ. ἀρσενικῶς παρὰ Σοφοκλεῖ. τὸ ἐθνικὸν Ἀνακτόριος καὶ Ἀνακτορία ἡ γῆ καὶ Ἀνακτοριεύς. Σοφοκλῆς δέ φησι διὰ τῆς « ει » “Ἀνακτόρειον τῆσδ´ ἐπώνυμον χθονός”. καὶ Εὐγένιος δέ, ὁ πρὸ ἡμῶν τὰς ἐν τῇ βασιλίδι σχολὰς διακοσμήσας, ἐν συλλογῇ λέξεων διὰ διφθόγγου φησίν. ἔοικε δ´ ἀστιγεῖ ἐντετυχηκέναι βιβλίῳ· ἡμεῖς γὰρ διὰ τοῦ « ι » εὕρομεν.
Translation pending