Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀναριάκη, πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. τὸ ἐθνικὸν Ἀναριάκαι, ὡς λέσχη Λέσχης καὶ ἀράχνη ἀράχνης. ἐν ᾗ δείκνυσθαί φασι μαντεῖον κοιμωμένων.
τοῦτο δὲ νησίον ἐστὶν ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ«. Σκυλάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλις. Μαλάκη πόλις Ἰβηρίας. Ἀρτεμίδωρο…