Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀνάφη, νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥ τις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο. τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. καὶ Ἀναφαῖος τὸ ἐθνικόν.
σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον. Τὰ εἰς 'φη' ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα 'α' βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο· τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται. Τὰ εἰς 'χη' δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ …