Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀνάφλυστος, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ “Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος”. ὁ δημότης Ἀναφλύστιος. τὰ τοπικὰ Ἀναφλυστόθεν Ἀνάφλυστόνδε Ἀναφλυστοῖ.
… ἀφ´ οὗ Ἔγεστα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφ´ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυλίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ ( 30, 9) «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπ´ αὐτοῦ πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφ´ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀγοστός ἡ ἀγκά…