Ἀνδανία, πόλις Μεσσήνης, ὁμώνυμος τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆσαί φασί τινας τῶν Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖς. τὸ ἐθνικὸν Ἀνδανιεύς, ὡς Φίλων ἐν τῇ περὶ πόλεων. ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός. τοῦτον οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιποὺς ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐξηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος καὶ Πλούταρχος καὶ Ῥιανός. τὸ θηλυκὸν Ἀνδανιάς. λέγεται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός.
Translation pending