Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄνδρος, νῆσος μία τῶν Κυκλάδων, ἐκλήθη ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου, ἢ τοῦ Ἀνίου ἀδελφοῦ, τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. τὸ ἐθνικὸν Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος.
…ιπλοκῆς τοῦ 'γ' βαρύνεται, μονογενῆ ὄντα, φάγρος, πάγρος, γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρός, ὑγρός, μεθ´ ὧν καὶ ἀγρός. Τὰ εἰς 'ρος' δισύλλαβα ἔχοντα 'δ' μονογενῆ βαρύνεται, Ἄνδρος νῆσος μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Σκίδρος πόλις Ἰταλίας. Κόδρος. Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὥσπερ καὶ τὸ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲς ὄν, ἀλλὰ τὸ προσηγορικὸν εἶδος ἐντέρου ὄν. Τὰ εἰ…