Ἀνεμώρεια, πόλις Φωκίδος, ἡ νῦν Ἀνεμώλεια. Ὅμηρος “οἵ τ´ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο”. καὶ Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος· ὑπερκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, [ἐξ οὗ] δι´ ἡμέρας καὶ νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ Δελφῶν, κειμένη ἐπὶ λόφου ὑψηλοῦ. ὁ πολίτης Ἀνεμωρεύς ὡς Λυκωρεὺς Ἀπόλλων.
Translation pending