Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄνθεια, πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. τὸ ἐθνικὸν Ἀνθεύς. ἔστιν Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. ἔστι καὶ Ἰταλίας Ῥώμης πλησίον, ἥ τις καὶ Ἄντιον μετωνομάσθη, ὡς εἰρήσεται.
…πέδον» (v. 1073). ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι´ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον.…