Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀνθεμοῦς, πόλις Μακεδονίας καὶ Συρίας, ἀπὸ ἀνθέμου. ὁ πολίτης Ἀνθεμούσιος καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς Ἀνθεμοεισίδα φησίν.
…βουκόλος Κορσίς νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει. Πισίδης Πισίς πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. Ἀρκασίδης Ἀρκασίς. Γυμνησίς ἀπὸ Γύμνητος γενικῆς τροπῇ τοῦ 'τ' εἰς 'σ'. Μαγνησίς παρὰ Παρθενίῳ. Ἀμνισίς νύμφαι Ἀμνισίδες, Ἀνθεμουσίς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς (II 726) Ἀνθεμοεισίδα φησίν. Δαφνουσίς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ, Μαυρουσίς, Μολοσσίς, Μυγισσίς, Ἰλισσίς «Μοῦσαι Ἰλισσίδες» ὡς Ἀπολλόδωρος, Μυκαλησίς Μυκαλησσίς, Κανδασίς, Ὀδρυσίς, Ἁλικαρνασσίς, Παρνασσίς, Τευμησσίς, Παρρασίς «δέξονται…