Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀνθηδών, πόλις Βοιωτίας. Ὅμηρος “Ἀνθηδόνα τ´ ἐσχατόωσαν”. ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης τῆς Ἄτλαντος. συνῴκισαν δ´ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων “ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος”. ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. ὁ πολίτης τῆς προτέρας Ἀνθηδόνιος. ἔστι καὶ λιμὴν Ἀνθηδόνιος. “ἀνηγορεύθη Νίκων παγκρατιαστὴς Ἀνθηδόνιος”. καὶ Λεωνίδης ζωγράφος, Εὐφράνορος μαθητής, Ἀνθηδόνιος. τῆς δευτέρας ὁ πολίτης Ἀνθηδονίτης.
… ἕως τοῦ Ἀκρίτου στάδια ξʹ». γράφεται καὶ Καλχηδών. εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. Ἀνθηδών πόλις Βοιωτίας. Ὅμηρος «Ἀνθηδόνα τ´ ἐσχατόωσαν» (Il. 2, 508) ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνος τῆς Ἄτλαντος. συνῴκισαν δ´ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων «ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος» (v. 754) ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ (c. 38, 9)· ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖς «Ἀσπληδών Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής» (Hesiod. fr. 47 Marksche…