Stephanos of Byzantium - Ethnika
Antandros: a city under Ida by Mysia of Aiolis, from Antandros the general of the Aiolians. The ethnonym Antandrios. Aristotle says this was named Edonis because Thracians, being Edonoi, settled it, or Kimmeris, Kimmerians dwelling there for a hundred years. The ethnics of Edonis Edonoi, of Kimmeris Kimmerioi.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνικὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδωνίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, ἢ Κιμμερίδα Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. τὰ ἐθνικὰ τῆς μὲν Ἠδωνίδος Ἠδωνοί, τῆς δὲ Κιμμερίδος Κιμμέριοι.
…ασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως ( 4, 6). Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄντανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸς δεδομένη, ἐπειδὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ ἀνθ´ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδρος πόλις Καρίας. Ἀλέξανδρος δ´ ὁ πολυίστωρ οὐδετέρως πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκ…
Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνικὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδωνίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, ἢ Κιμμερίδα Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. τὰ ἐθνικὰ τῆς μὲν Ἠδωνίδος Ἠδωνοί, τῆς δὲ Κιμμερίδος Κιμμέριοι.
…κάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φ…