Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄντεμνα, πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. τὸ ἐθνικὸν Ἀντεμνάτης ὡς Ῥαβεννάτης.
…τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. Πρόσυμνα μοῖρα τοῦ Ἄργους. Πολύδαμνα. Ἀγάθυρνα πόλις Σικ…