Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀντιγόνεια, πόλις Χαονίας ἐν Ἠπείρῳ. ὁ πολίτης Ἀντιγονεύς. ἔστι καὶ πόλις Ἀρκαδίας, ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον τῆς Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. τὸ ἐθνικὸν τὸ αὐτό.
…Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδρά…