Ἀντικύραι

Stephanos of Byzantium - Ethnika

Ἀντικύραι OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #331
Greek source: meineke
Meineke: 99.1 | Billerbeck: Α332
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-03
Word count: 47
Source: vol1_286.jpg
Edit
Ἀντικύραι, πόλεις δύο, ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. ἐνταῦθά φασι τὸν ἐλλέβορον φύεσθαι τὸν ἀστεῖον. ὁ πολίτης Ἀντικυρεύς ὡς Παλαιρεύς. ἦν δὲ καὶ ἀνήρ τις Ἀντικυρεύς, ὅν τινά φασιν ἐλλεβορίσαι τὸν Ἡρακλέα μετὰ τὴν μανίαν. καὶ Ἀντικυραῖος, ὡς Μάρκελλος ἰατρός.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.261
char LCS 70 (28.2%) · word LCS 15 (31.2%)
Stephanos
Ἀντικύραι, πόλεις δύο, ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. ἐνταῦθά φασι τὸν ἐλλέβορον φύεσθαι τὸν ἀστεῖον. ὁ πολίτης Ἀντικυρεύς ὡς Παλαιρεύς. ἦν δὲ καὶ ἀνήρ τις Ἀντικυρεύς, ὅν τινά φασιν ἐλλεβορίσαι τὸν Ἡρακλέα μετὰ τὴν μανίαν. καὶ Ἀντικυραῖος, ὡς Μάρκελλος ἰατρός.
Herodian
…ν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ἔστι καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Τεγύρα πόλις Βοιωτίας, Σῆμος ὁ Δήλιος »τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ´ ἐν Δήλῳ, οἱ δ´ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν«. Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν »ἔστι μαντεῖα τὸ μὲν Ἰσ…