Ἀντιόχεια

Stephanos of Byzantium - Ethnika

Ἀντιόχεια OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀντιόχεια, δέκα πόλεις ἀναγράφονται, εἰσὶ δὲ πλείους. πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥ τις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται, ὅθεν Ἀπολλοφάνης ὁ στωικὸς φιλόσοφος Νασιβηνὸς καὶ Φαρνοῦχος ὁ Περσικὰς ἱστορίας συγγεγραφώς. ἥ τις [καὶ] Νέσιβις λέγεται καὶ Νίσιβις. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ. δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥ τις καὶ Πυθόπολις ἐκαλεῖτο. “Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα· ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει [τρεῖς πόλεις] ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν”. Ἀντιοχίς οὖν ὄνομα καὶ τῆς μητρὸς καὶ ἐθνικὸν τῆς πόλεως καὶ φυλῆς ὄνομα. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων, περὶ ἧς Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας, ἡ Λαμωτὶς λεγομένη. τὸ ἐθνικὸν πασῶν Ἀντιοχεύς καὶ Ἀντιόχειος καὶ Ἀντιοχίς τὸ θηλυκόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.277
char LCS 440 (45.5%) · word LCS 49 (27.8%)
Stephanos
…δονία καλουμένη, ἥ τις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται, ὅθεν Ἀπολλοφάνης ὁ στωικὸς φιλόσοφος Νασιβηνὸς καὶ Φαρνοῦχος ὁ Περσικὰς ἱστορίας συγγεγραφώς. ἥ τις [καὶ] Νέσιβις λέγεται καὶ Νίσιβις. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ. δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥ τις καὶ Πυθόπολις ἐκαλεῖτο. “Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα· ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει [τρεῖς πόλεις] ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν”. Ἀντιοχίς οὖν ὄνομα καὶ τῆς μητρὸς καὶ ἐθνικὸν τῆς πόλεως καὶ φυλῆς ὄνομα. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων, περὶ ἧς Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας, ἡ Λαμωτὶς λεγομένη. τὸ ἐθνικὸν…
Herodian
μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥτις καὶ Πυθόπολις ἐκαλεῖτο. «Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖς πόλεις ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν». δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμπωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ «Ἀσπαλάθεια βοήροτος». Ἀττάλεια πόλις…