Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄντισσα, πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ· ἀφ´ ἧς Τέρπανδρος ὁ Ἀντισσαῖος, διασημότατος κιθαρῳδός. ἀπὸ Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων. καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος.
…νῆλθεν, ὡς Φίλων. ἔστι καὶ Μέλισσα πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. Ἄμφισσα πόλις Ὀζολῶν Λοκρῶν. ἔστι δὲ παραγωγὴ ἐκ τῆς ἀμφί ὡς ἐκ τῆς ἀντί Ἄντισσα· ἔστι δὲ πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ ἀπὸ τῆς Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος—καὶ ἐκ τῆς ἐπί ἔπισσα παρ´ Ἑκαταίῳ. »Μνημοσύνης ἢ Λητογενοῦς χαρίεντος ἔπισσα«. Ἄργισσα πόλις ἡ ὕστερον Ἄργουρα. Πίτνισσα πόλις Λυκαονίας. ὡσαύτως δὲ καὶ τὰ παρεσχηματισμένα, Μάκεσσα, Θρέϊσσα, Ἀράβισσα, Αἰθιόπισσα, Καππ…