Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀξία, πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λοκρίδος Ἀξιεύς καὶ τὸ θηλυκὸν Ἀξιάς, τῆς δ´ Ἰταλικῆς Ἀξιάτης καὶ θηλυκῶς [Ἀξιᾶτις] διὰ τὸν δυτικὸν χαρακτῆρα.
…ρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες. Λυκόφρων (v. 1238) «ἐκ δ´ Ἀλμωπίας παλιμπλανήτην δέξεται Τυρσηνία» περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος. Ἀλωπεκία νῆσος. Στράβων ἑνδεκάτῃ. Ἀξία πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. Ἀπία· οὕτως οἱ νεώτεροι τὸ Ἄργος. Αἰθιοπία. Εὐριπίδης Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέσως´ ἐπὶ χθόνα». Ἀρδία πόλις Ἰλλυρίας, Βαντία πόλις Ἰταλίας. Ἀντία πόλις Ἰταλίας. Ἀνδρία πόλις Ἠλείας καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν π…