Ἀπαισός

Stephanos of Byzantium - Ethnika

Ἀπαισός OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀπαισός, πόλις κατὰ τὴν Τρωάδα. Ὅμηρος “οἵτ´ Ἀδρήστειάν τ´ εἶχον καὶ δῆμον Ἀπαισοῦ”. καὶ δίχα τοῦ « α » “ὅς ῥ´ ἐνὶ Παισῷ ναῖε πολυκτήμων”. ὡς ἄρ´ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος “ὃς ἐκ Τάρνης ἐριβώλακος”. τὸ ἐθνικὸν Ἀπαισηνός καὶ θηλυκὸν καὶ οὐδέτερον. ἔστι καὶ τῆς Δαυνίας πόλις Παῖσος κατ´ Ἀργύριππα, ἧς τὸ ἐθνικὸν Παίσιος, ὡς τῆς Ῥωσοῦ Ῥώσιος, ἢ ὅπερ ἄμεινον Παισῖνος, διὰ τοῦ « ι » καὶ περισπωμένως τῷ ἔθει τῆς χώρας.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις); land (remote or poetical places)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.206
char LCS 46 (14.4%) · word LCS 9 (12.9%)
Stephanos
Ἀπαισός, πόλις κατὰ τὴν Τρωάδα. Ὅμηρος “οἵτ´ Ἀδρήστειάν τ´ εἶχον καὶ δῆμον Ἀπαισοῦ”. καὶ δίχα τοῦ « α » “ὅς ῥ´ ἐνὶ Παισῷ ναῖε πολυκτήμων”. ὡς ἄρ´ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος “ὃς ἐκ Τάρνης ἐριβώλακος”. τὸ ἐθνικὸν Ἀπαισηνός καὶ θηλυκὸν καὶ οὐδέτερον. ἔστι καὶ τῆς Δαυνίας πόλις Παῖσος κατ´ Ἀργύριππα, ἧς τὸ ἐθνικὸν Παίσιος, ὡς τῆς Ῥωσοῦ Ῥώσιος, ἢ ὅπερ ἄμεινον Παισῖνος, διὰ τοῦ « ι » καὶ περισπωμένως τῷ ἔθει τῆς χώρας.
Herodian
…ηρος «ὅς ῥ´ ἐνὶ Παισῷ ναῖε πολυκτήμων» (Il. Ε 612), ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ» (Il. Β 828). Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παισός καὶ ἐν πλεονασμῷ τοῦ 'α' Ἀπαισός ὥσπερ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος» (Il. Ε 44). ἔστι καὶ Δαυνίας πόλις Παισός κατ´ Ἀργύριππα. Λουσός καὶ Λουσοί πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. λέγεται δὲ καὶ Λοῦσα οὐδετέρως. Πραισός πόλις. Μαυσός κώμη …