Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀπάμεια, Συρίας πόλις, ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἐκλήθη καὶ Χερρόνησος ἀπὸ τῆς περιοχῆς τῶν ὑδάτων, καὶ Πέλλα ἀπὸ τῆς ἐν Μακεδονίᾳ. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ “τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ”. τὰ ἐθνικὰ Χερρονησίτης καὶ Πελλαῖος καὶ Ἀπαμεύς. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥ τις ἐκαλεῖτο Κελαιναί. τὰ ἐθνικὰ Κελαινίτης [καὶ] Ἀπαμεύς. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια…
…ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ». ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδο…