Ἀπάτουρον

Stephanos of Byzantium - Ethnika

Ἀπάτουρον OCR ✓ Trans ✓ Confirmed ✓
place
Ἀπάτουρον, τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ, Στράβων ἑνδεκάτῃ “ἐτυμολογοῦσι δὲ οὕτως. ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ´ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης”. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. τὸ τοπικὸν Ἀπάτουρος, ἀλλὰ καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατούριος καὶ Ἀπατουρεύς.

Apatouron: the sanctuary of Aphrodite in Phanagoreia, Strabo in the eleventh: "they etymologize it thus. When the Giants attacked there, she called on Herakles and hid him in a hollow, and receiving each of the Giants one by one handed him over to Herakles to be treacherously slain by deceit ". Hekataios knows Apatouros as a gulf in his Asia. The locative Apatouros, but also Apatourites. Also possible Apatourios and Apatoureus.

External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.389
char LCS 254 (78.6%) · word LCS 45 (80.4%)
Stephanos
Ἀπάτουρον, τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ, Στράβων ἑνδεκάτῃ “ἐτυμολογοῦσι δὲ οὕτως. ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ´ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης”. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. τὸ τοπικὸν Ἀπάτουρος, ἀλλὰ καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατούριος καὶ Ἀπατουρεύς.
Herodian
…Σεμίραμις, ὑπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος καὶ ἀκούσαντος, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς. νῦν δὲ οὐδετέρως φασίν. Κατάνειρα πόλις.... ὡς Θεόπομπος λεʹ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ. Στράβων ἑνδεκάτῃ »ἐτυμολογοῦσι δὲ οὕτως· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ´ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης«. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. Βάλβουρα πόλις Λυκίας. Τίβουρα. οὕτως Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν Ἰταλίας καλεῖ. * Τὰ εἰς 'σον' οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Δύνδασον πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ »αὖθις δ´ ἐπὶ Δύνδασον κ…