Stephanos of Byzantium - Ethnika
Apesas: a mountain of Nemea, as Pindar and Kallimachos in the third, from Aphesas a hero who reigned over the land, or because of the starting of the chariots or of the lion; for there it was let loose from the moon. From which Zeus Apesantios. Kallimachos in the Iambi says the ethnonym Apesas: "and not so did Areion the Arkadian horse run straight for Apesantian Zeus".
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀπέσας, ὄρος τῆς Νεμέας, ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας, ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος· ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. ἀφ´ οὗ Ζεὺς Ἀπεσάντιος. Καλλίμαχος δὲ ἐν τοῖς ἰάμβοις τὸ ἐθνικὸν Ἀπέσας φησί κοὐχ ὧδ´ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διί ἴθυσεν Ἀρκὰς ἵππος.
καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος. ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. Καλλίμαχος ἐν τοῖς ἰάμβοις (fr. 82 Bentl.) καὶ τὸ ἔθνος Ἀπέσας φησί, κ´ οὐχ ὧδ´ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διΐ ἴθυσεν Ἀρκὰς ἵππος. τὸ δὲ τρεσᾶς ἀπὸ συμβεβηκότος. καὶ τὸ Γλισᾶς δὲ ἡ συνήθεια περισπᾷ. * Τὰ εἰς 'τας' λήγοντα …
Ἀπέσας, ὄρος τῆς Νεμέας, ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας, ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος· ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. ἀφ´ οὗ Ζεὺς Ἀπεσάντιος. Καλλίμαχος δὲ ἐν τοῖς ἰάμβοις τὸ ἐθνικὸν Ἀπέσας φ…
…ον Αἰολίδος ἐγγὺς Χίου ὁμώνυμον τῷ κτιστῇ. Κοψίφρας. τὸ δὲ Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται. * Τὰ εἰς 'σας' βαρύνεται, εἰ μὴ ἀπὸ συμβεβηκότος εἴη Χρύσας, Βαρβύσας, Κέρσας, Πετίσας, Ἀπέσας ὄρος τῆς Νεμέας ὡς Πίνδαρος