Stephanos of Byzantium - Ethnika
Apia: so the more recent writers Argos, and the inhabitants Apidones. From Apis the son of Phoroneus, as Rhianos in the second of the Achaika: "yours, children, is the lineage from the beginning of Phoroneus son of Inachos. From him sprang famous Apis, who gave the name Apia and the men Apidanees". The ethnonym Apieus, denoting the Peloponnesian, and Apiethen the from the place, and Apidones and Apidonees. Apidones too are the Arkadians, from the river Apidon or from Apis the son of Phoroneus. Demetrios also speaks of a river Apidanos of the Troad "emptying into the western sea". As Timosthenes. Istros also says that the wild pears which grow in this land are called 'apioi' from it by outsiders. Also said Apis in the feminine, whose genitive is 'Apidos'. So Eratosthenes names the land in the Hermes.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄργος, καὶ τοὺς κατοικοῦντας Ἀπιδόνας. ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή. τοῦ δὲ κλυτὸς ἐκγένετ´ Ἆπις, ὅς ῥ´ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. τὸ ἐθνικὸν Ἀπιεύς δηλῶν τὸν Πελοποννήσιον, καὶ Ἀπίηθεν τὸ ἐκ τόπου, καὶ Ἀπιδόνες καὶ Ἀπιδονῆες. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. Δημήτριος δὲ καὶ ποταμὸν Ἀπιδανὸν τῆς Τρωάδος φη…
…χεται. * Ἔτι τὰ εἰς 'πις' φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίς, ὅπερ ἡ μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτος συστέλλει, Ἀπίς ἡ Ἀπία ὡς Ἐρατοσθένης ἐν Ἑρμῇ. τὸ δὲ Ἆπις υἱὸς Φορωνέως βαρύνεται, Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ´ Ἆπις, ὅς ῥ´ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. Τὰ εἰς 'πις' δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται μὴ ὄντα ὑποκοριστικά. βαρύνεται δὲ ταῦτα τράμπις· ἔστι δὲ βαρβαρικὴ ναῦς. σάλπις, ὄλπις…
…ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή. τοῦ δὲ κλυτὸς ἐκγένετ´ Ἆπις, ὅς ῥ´ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. τὸ ἐθνικὸν Ἀπιεύς δηλῶν τὸν Πελοποννήσιον, καὶ Ἀπίηθεν τὸ ἐκ τόπου, καὶ Ἀπιδόνες καὶ Ἀπιδονῆες. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. Δημήτριος δὲ καὶ ποταμὸν Ἀπιδανὸν τῆς Τρωάδος φησίν “ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν”. ὡς Τιμοσθένης. φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν ταύτῃ τῇ χώρᾳ γινομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι. λέγεται …
…ξ Ἀμυδῶνος ἀπ´ Ἀξίου εὐρὺ ῥέοντος» (Il. 2, 849) καὶ ἥρως, Καλυδών πόλις Αἰτωλίας ἀπὸ Καλυδῶνος Ἐνδυμίωνος ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίας ὡς Στράβων. Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡς οἱ νεώτεροι τὸ Ἄργος φασίν, κατοικῶν. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαρος, Χελιδόνας γὰρ ἀρσενικῶς τοὺς βαρβάρους Ἴων ἐν Ὀμφάλῃ φησὶν ὡς καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησίν. ἔστι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψας. Μυρμιδών. Τὰ εἰς 'δων' θη…
…ικὸν Ἀπιεύς δηλῶν τὸν Πελοποννήσιον, καὶ Ἀπίηθεν τὸ ἐκ τόπου, καὶ Ἀπιδόνες καὶ Ἀπιδονῆες. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. Δημήτριος δὲ καὶ ποταμὸν Ἀπιδανὸν τῆς Τρωάδος φησίν “ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν”. ὡς Τιμοσθένης. φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν ταύτῃ τῇ χώρᾳ γινομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι. λέγεται καὶ Ἀπίς θηλυκόν, ἧς ἡ γενικὴ Ἀπίδος. οὕτω τὴν χώραν Ἐρατοσθένης ἐν Ἑρμῇ προσαγορεύει.
σφεδανός, Ἀπιδανός ποταμὸς τῆς Τρωάδος «ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν» ὡς Δημήτριός φησι κατὰ Τιμοσθένην, Ῥοδανός ποταμός, Ἠριδανός ποταμός, Ἐδδανός, ἀφ´ οὗ Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν «τὸ 'ρ' πρὸ τοῦ 'δ' ὑπάρχον» διὰ τὸ Δάρδανος πόλις Τρωάδος. Μνασέας «Δάρδανος ἐξιὼν ἐ…