Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀποδωτοί, ὡς Βοιωτοί, ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ “ἐπιχειρεῖν δ´ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν”.
…όν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ´ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης «τὸν δ´ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν». τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Ἀποδωτός ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ (c. 94) «ἐπιχειρεῖν δ´ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν». Ἀραχωτός ποταμὸς Ἰνδικῆς ῥέων ἀπὸ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ. καὶ ἀπ´ αὐτοῦ Ἀραχωτοί πόλις Ἰνδικῆς. εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν ὡς Στράβων ἑνδεκάτῃ. διχῶς δὲ