Ἄπτερα

Stephanos of Byzantium - Ethnika

Ἄπτερα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #366
Greek source: meineke
Meineke: 107.8 | Billerbeck: Α366
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-04
Word count: 77
Source: vol1_306.jpg
Edit
Ἄπτερα, πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως καὶ αὕτη. καὶ τὸ ἐθνικὸν Ἀπτερεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.386
char LCS 217 (57.3%) · word LCS 44 (56.4%)
Stephanos
Ἄπτερα, πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως καὶ αὕτη. καὶ τὸ ἐθνικὸν Ἀπτερεύς.
Herodian
…όλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο 'ρρ' γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς. Τὰ εἰς 'ρον' παραλήγο…