Ἀραβία

Stephanos of Byzantium - Ethnika

Ἀραβία OCR ✓ Trans ✓ Confirmed ✓
region
Ἀραβία, ἡ χώρα, ὡς Αἰθιοπία. δύο δ´ εἰσίν, ἡ μὲν ἀρωματοφόρος μεταξὺ Περσικῆς καὶ Ἀραβικῆς θαλάσσης, ἡ δὲ μᾶλλον δυτικὴ συνάπτουσα πρὸς μὲν τὴν δύσιν Αἰγύπτῳ πρὸς ἄρκτον δὲ Συρίᾳ. περὶ ἧς ὁ περιηγητὴς Διονύσιός φησι τῆς δ´ ἂν ἴδοις προτέρω νοτιώτερον οἶμον ὁδεύων Ἀραβίου κόλπου μύχατον ῥόον, ὅστε μεσηγύ εἰλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς. τὸ ἐθνικὸν Ἀράβιος, ὡς ἡ παροιμία “Ἀράβιος αὐλητής”, ἣν ἔταττον ἐπὶ τῶν ἀπαύστως διαλεγομένων, ἢ διὰ τὸ μηδένα Ἑλλήνων διασκευάσασθαι τὴν αὐλητικὴν ὡς οὖσαν βάναυσον καὶ παντελῶς ἀνελεύθερον, ἀλλὰ βαρβάροις αὐληταῖς χρῆσθαι. διὸ καὶ ὁ Ἀράβιος αὐλητής, ὃς “δραχμῆς μὲν ηὔλει τεττάρων δ´ ἐπαύετο”. τὸ ἐθνικὸν [Ἀράβιος] καὶ Ἄραβος καὶ Ἀράβισσα.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις); land (remote or poetical places)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.