Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀραιθυρέα, οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος “Ἀραιθυρέην τ´ ἐρατεινήν”. Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος φησὶν ὅτι “Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη”. τὸ ἐθνικὸν Ἀραιθυρεεύς καὶ Ἀραιθυρέηθεν.
…. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. Ἀραιθυρέα· οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος (Β 571) «Ἀραιθυρέην τ´ ἐρατεινήν». Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος (c. 12, 5) φησὶν ὅτι «Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ εἰς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις εἰς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη». Μανθυρέα κώμη Ἀρκαδίας. τὸ δὲ Κεγχρεαί πόλις Τρωάδος—δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας—Γαθεαί πόλις …