Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀραί, Ἰωνίας νῆσοι τρεῖς, οὕτω λεγόμεναι διὰ τὰς ἀρὰς ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοὺς Πενταπολίτας, ὡς Ἀριστείδης. ἄλλοι δ´ ἄλλως. τὸ ἐθνικὸν Ἀραῖος.
…. σειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι· ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ Φαραί Βοιωτίας. ἔστι δὲ ἄλλη Κρήτης ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντος θυγάτηρ καὶ Ἀραί νῆσοι τρεῖς οὕτω λεγόμεναι διὰ τὰς ἀράς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοῦ Πενταπολίτας, ὡς Ἀριστείδης. Τὰ εἰς 'ρα' ὑπὲρ δύο συλλαβὰς τὸ 'α' βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηϊάνειρα, σκολόπενδρα. * Τὰ εἰς 'αρα' ὑπὲρ δύο συλλαβὰς παροξύνεται, Κυπάρα κρήνη Σικελίας, ἣ καὶ Ἀρέθουσ…