Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀράκυνθος, ὄρος Βοιωτίας, ἀφ´ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιάς, ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ “κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια”. ἔστι γὰρ Ἀρακύνθιος τὸ τοπικὸν καὶ Ἀρακυνθία.
…ευσαμένου. Κόρινθος καὶ ὁ κτίστης καὶ ἡ πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἀκροκόρινθος ἀρσενικῶς. Ἀμάρυνθος νῆσος Εὐβοίας. ὄλυνθος τὸ μὴ πέπειρον καὶ Ὄλυνθος πόλις Θρᾴκης ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. Ἀράκυνθος ὄρος Βοιωτίας, ἀφ´ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰς ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια». Ἄψυνθος πόλις Θρᾴκης. ἔστι καὶ εἶδος φυτοῦ. διχῶς δ´ ἡ γραφὴ καὶ διὰ τοῦ 'υ' καὶ διὰ τοῦ 'ι'. Ζήρυνθος πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων (v. 77) «Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς». Ζάκυνθος ὁ Δαρδάνου καὶ…