Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀράξης, ποταμὸς Ἀρμενίας. καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. τὸ τοπικόν “Ἀράξιον ὕδωρ”.
…ίας. τὸ δὲ ἀπινής ὁ ἀμόλυντος καὶ ἀκλινής ἐπίθετα καὶ εἰς 'ους' τὴν γενικὴν ἔχει. Τὰ εἰς 'ονης' βαρύνεται, Μηριόνης, Κεβριόνης ὁ Πριάμου. * Ἔτι τὰ εἰς 'υνης', Κερύνης καὶ τὰ εἰς 'ωνης' τελώνης. * Τὰ εἰς 'ξης' βαρύνεται, Ἀράξης ποταμὸς Ἀρμενίας καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἄραξος λέγεται, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρ´ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ. * Ἔτι τὰ εἰς 'πης' Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν. Ἔτι τ…