Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀραχναῖον, ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. προπερισπαστέον δέ· τὰ γὰρ διὰ τοῦ « αιον » ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ « α » καὶ τὴν ἑξῆς διὰ τοῦ « α » ἢ διὰ τοῦ « υ » προπερισπᾶται, Χαλαστραῖον Καναστραῖον Ἀμυκλαῖον. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον.
…. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ 'αιον' ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ 'α' καὶ τὴν ἑξῆς διὰ τοῦ 'α' ἢ διὰ τοῦ 'υ' περισπᾶται. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ (c. 28, 2). καὶ …