Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀραχωσία, πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, Στράβων ἑνδεκάτῃ, ὑπὸ Σεμιράμεως κτισθεῖσα, ἥ τις καὶ Κωφήν ἐκαλεῖτο. οἱ πολῖται Ἀραχώσιοι, τῆς δὲ Κωφῆνος Κωφήνιοι.
…πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ 'α' μακρὸν «μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας». Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία…