Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀργαΐς, νῆσος πρὸς τῇ Λυκίᾳ. ὁ οἰκήτωρ Ἀργαΐτης. ἔστι καὶ πρὸς τῷ Κανώβῳ μικρὰ νῆσος Ἀργέου.
* Τὰ εἰς 'ις' θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ 'ι' ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς. * Τὰ εἰς 'ις' λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ´ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσ…