Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀργέννουσα, νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις, καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. τὸ ἐθνικὸν Ἀργεννούσιος. Ἀνδροτίων ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ « ι ».
Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ´ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλο…