Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄργουρα, πόλις Θεσσαλίας, ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. τὸ ἐθνικὸν δὲ ἔδει Ἀργουραῖος, ὡς καὶ Φίλων. Ἀπολλόδωρος δέ φησιν ἐν πρώτῳ νεῶν καταλόγου Ἀργείους ὀνομάζεσθαι “ἢ τῆς προσηγορίας μεταπεσούσης ἢ διὰ τὸ προσκυροῦν τὰ πεδία τῆς Θετταλίας, ἣν δὴ Πελασγικὸν Ἄργος εἶπεν Ὅμ…
… τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕστερον Ἀττάλεια καλουμένη πόλις Λυδίας. Τὰ εἰς 'ρα' ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ 'α' καὶ πρὸ τέλους ἔχοντα 'ου' προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. μέμνηται Δημοσθένης λέγων »ἐξ Ἀργούρας τῆς Εὐβοίας«. Κυνόσουρα ἐπὶ τῆς ἄρκτου οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν (Arat. Phaen. 36). καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται. ἔστι δὲ καὶ ἄκρα …