Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀργύριππα, πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων “ὁ δ´ Ἀργύριππα Δαυνίων παγκληρίαν”. αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε καὶ μετωνόμασεν Ἄργος Ἵππιον. τὸ ἐθνικὸν Ἀργυριππανός. Στράβων Ἀργυριπηνός φησιν.
ὄρος τὸ Αἶπος. Χρύσιππα πόλις Κιλικίας ἀπὸ Χρυσίππου τοῦ κτίσαντος. Ἀργύριππα πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων «ὁ δ´ Ἀργύριππα Δαυνίων παγκληρίαν» ( 592). αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε· καὶ μετωνόμασε Ἄργος Ἵππιον. Βόρσιππα πόλις Χαλδαίων, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. Ἰάθριππα πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. Τὰ εἰς 'ρον' δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ 'υ' καὶ μὴ ἀρχόμεν…