Ἀρέθουσα

Stephanos of Byzantium - Ethnika

Ἀρέθουσα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #410
Greek source: meineke
Meineke: 116.5 | Billerbeck: Α410
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-05
Word count: 68
Source: vol1_324.jpg
Edit
Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. “πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ” Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν « ν » τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν “ἄρω ἐστὶ τὸ ποτίζω, οὗ τὸ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω, ὡς φλέγω φλεγέθω, ἀφ´ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται”. τὸ ἐθνικὸν Ἀρεθούσιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.268
char LCS 82 (24.1%) · word LCS 16 (23.9%)
Stephanos
Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. “πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ” Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν « ν » τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν “ἄρω ἐστὶ τὸ ποτίζω, οὗ τὸ ἄρδω παράγωγον, ἐκ τούτου ἀρέθω, ὡς φλέγω φλεγέθω, ἀφ´ οὗ πᾶ…
Herodian
…λέξανδρος, Μολύκρισσα, Κούρισσα, Λίβυσσα. ἔστι δὲ καὶ φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυίστωρ Ἀλέξανδρος. Βέβρυσσα. τὰ δὲ παραλήγοντα τῇ 'ου', εἰ μὲν ἔχοιεν ἓν 'σ', προπαροξύνεται· Φαέθουσα θυγάτηρ Ἡλίου, Ἀρέθουσα, κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης »πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ. Ὅμηρος (Od. ν 408). Δίδυμος ὑπομνηματίζων τὴν 'ν' τῆς Ὀδυσσείας
Herodian 1.53
char LCS 23 (6.8%) · word LCS 5 (7.5%)
Stephanos
Ἀρέθουσα, πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης. “πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ” Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν « ν » τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνη…
Herodian
… τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.