Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀρῆναι, πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος “καὶ Ἀρήνην ἐρατεινήν”. τὸ ἐθνικὸν Ἀρηναῖος. τὸ τοπικὸν Ἀρήνηθεν.
…Βήνη πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡσαύτως καὶ Σκηναί πόλις ἀξιόλογος Περσική ὡς Στράβων ιϛʹ. Τὰ διὰ τοῦ 'ηνη' τρισύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος «καὶ Ἀρήνην ἐρατεινήν» (Β 591). Ἀθήνη πόλεις κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. δευτέρα πόλις Λακωνική, τρίτη Καρίας, τετάρτη Λι…