Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀριαράθεια, πόλις πλησίον Καππαδοκίας, ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου.
… παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπ´ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλε…