Ἀρκαδία

Stephanos of Byzantium - Ethnika

Ἀρκαδία OCR ✓ Trans ✓ Confirmed ✓
region
[Ἀρκαδία], ..... Ἀρκάς Ἀρκάδος, ἀφ´ οὗ Ἀρκάδιος καὶ Ἀρκαδία, ὡς Τέμμιξ Τέμμικος Τεμμικία. ἐκαλεῖτο δὲ Πελασγία, ὡς Νικόλαος πέμπτῃ. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν ὅτι Ἀρκάδια τῇ Δήμητρι μέλλοντες θύειν οἱ ἄνθρωποι, ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκάδισσα παραλόγως. ἐκ τόπου Ἀρκαδίηθεν. ἐκάλουν αὐτοὺς καὶ Ἀρκαδιώνδας τοῦ « δ » πλεονάσαντος. ἔστι καὶ Ἀρκαδία Αἰγύπτου πόλις.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.57
char LCS 129 (14.0%) · word LCS 26 (14.9%)
Stephanos
…ὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκ…
Herodian
…οῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλαπελλᾶς καὶ φιλοβορρᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον. Τὰ εἰς 'ας' συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ 'δος' κλίνεται, ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς—ὁ πολίτης καὶ ὁ ἥρως. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας—καὶ ἡ Ἀρκάς. ἔστι καὶ πόλις Κρήτης Ἀρκάδες ὡς Ξενίων ἐν Κρητικοῖς. Δημήτριος δὲ οὐκ
Herodian 1.181
char LCS 62 (6.7%) · word LCS 12 (6.9%)
Stephanos
…αν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτοῖς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον. καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. ἐκλήθη δὲ καὶ Παρρασία καὶ Λυκαονία. οἱ δὲ καὶ Γιγαντίδα φασὶ καὶ Ἀζανίαν καὶ Πανίαν. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας. καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προση…
Herodian
… Ἀκεσηνός ποταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς 'ος' κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος. «ἢ παρὰ γενικῆς ἀναπεμφθέντ…
Herodian 1.67
char LCS 40 (4.4%) · word LCS 7 (4.0%)
Stephanos
…ῆναι, ἣ ἅμαξα ἐλέγετο. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ´ Ἥρας αὐτὴν ὁμοιασθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας. τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. τὸ θηλυκὸν Ἀρκασίς. ἔστι καὶ Ἀρκαδία παραθαλάσσιος πόλις. λέγεται καὶ Ἀρκαδικός καὶ Ἀρκαδική καὶ Ἀρκαδικόν καὶ Ἀρκαδικά. καὶ τὸ Ἀρκάδισσα παραλόγως. ἐκ τόπου Ἀρκαδίηθεν. ἐκάλουν αὐτοὺς καὶ Ἀρκαδιώνδας τοῦ « δ » πλεονάσ…
Herodian
…ἴτε γενικῆς ἢ ἀπὸ τῶν εἰς 'ης' εἰς 'ου' ἐχόντων τὴν γενικὴν γινόμενα πατρωνυμικά, Πριαμίδης, Τανταλίδης, Ἑκτορίδης, Πελοπίδης, Κεκροπίδης, Μεμνονίδης, Φοινικίδης. Ἀστακίδης Πείσανδρος δεκάτῃ. Ἀρκασίδης ὁ Ἀρκάς· ὤφειλε μὲν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο καὶ τὸ θηλυκὸν Ἀρκασίς. Ἀρσακίδης ἔθνος ἀπὸ Ἀρσάκου, Δαρδανίδαι οἱ Δάρδανοι, Ἰδηΐδαι οἱ Ἰδαῖοι ἀπὸ τῆς Ἰδηΐς εὐθείας θηλυκῆς, Δρυΐδης ἔθνος Γαλατικὸν φιλόσοφον. Ἐρεβίδαι μέρος Λωτοφάγων· Φίλιστος ὀγδόῳ. Ὀδρυσίδης ὁ Ὀδρύ…