Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀρκτᾶνες, ὡς Αἰνιᾶνες, ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν.
…Λύκιος, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος Ἀλκιμάν ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ νεανίας. Ἀκαρνάν ὁ ἥρως καὶ ἔθνος πρὸς τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἀτιντάν υἱὸς Μακεδόνος καὶ ἔθνος Μακεδονίας. Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γινδάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι» (Herodot. IV, 177). Δυμάν ὁ υἱὸς Αἰγ…