Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἅρμα, πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ. ἐκλήθη [δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα, ἢ] ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος. ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα [ἐν Πάρνηθι] περὶ τὴν Φυλὴν καλουμένην· ὑπάρχει δὲ οὗτος δῆμος ἔχων φρούριον ὀχυρόν, ὅμορον τῇ Ταναγρικῇ. καλεῖται καὶ λουτρὰ Ἀμφιαράου. τὸ ἐθνικὸν Ἁρματεύς. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς. ἐθνικὸν τὸ αὐτό, ἢ διὰ τὸ τῆς χώρας ἔθος Ἁρματηνός ἢ Ἁρμα…
…τὸ κρᾶτα. τὸ μὲν γὰρ κράς ἀρσενικῶς καὶ θηλυκῶς λέγεται οἷον ὁ κράς καὶ ἡ κράς. Τὰ μὲν οὖν δισύλλαβα εἰς 'μα' λήγοντα οὐδέτερα παροξύνεται ἢ προπερισπᾶται, στόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα—ἔστι καὶ πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ (c. 19, 4). ἐκλήθη δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος· ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυλὴν καλουμένην. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς—αἷμα, βῆμα, ῥῆμα, χρῆμα, σῆμα, ὅθεν Κυνόσσημα τόπος Λιβύης. Ἑκαταῖος περιηγήσει αὐτῆς. ἔστι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα παρ´ Ἀττικοῖς τὸ 'υ' ἐκτείνουσιν, ζεῦγμα καὶ…